Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.62
Not analysed yet
οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομο- λογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσάγουσι τῷ θεῷ. μόνων γὰρ τούτων ἡ ψυχὴ ὄψεται σπέρμα μακρόβιον τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ, τὴν μετὰ τὸν θάνατον, ἢ τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα.