Ancient Greek · ~3 min
2.63 to 2.64
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.63-64
Not analysed yet
πάλιν ἀνώτερον εἰπὼν καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ, φησὶν ‟καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς.” ἐπεὶ τοίνυν βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς, πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβουλήθη. οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ αὐτὸν καὶ δεῖξαι αὐτῷ φῶς. ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουληθεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰκότως ὁ προφήτης ἐπισυνάπτει λέγων ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦκα.”