Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 21.3
Not analysed yet
κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσι ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ’ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ’ ἔστι σώματι, ὃ δηλονότι δι’ ἡμᾶς ἐνανθρωπήσας περιβέβλησαι. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι’ ὅλου τοῦ Ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν. Ἀπὸ τοῦ Ὠσηέ. Περὶ τοῦ θεοῦ λόγου καὶ τοῦ πατρὸς ὡς περὶ κυρίου.