Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 22.1
Not analysed yet
"οὑ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν ἱακὼβ,, ὅτι θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν · ὀπίσω κυρίου πορεύσομαι.” Ταῦτα καὶ διὰ τούτων ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον, ἀλλ’ οὐ θεὸν εἶναι ὁμολογοῦντας, θεὸς ἐγώ εἰμι, φησὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος.