Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 22
Not analysed yet
οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων οὐδέ γε σμικρῶν καὶ ταπεινῶν τὰ τῆς θεοφορίας ἠξιοῦντο, ἀλλ’ ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα, οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος, οὐδ’ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ. ἀλλ’ ἢν μὲν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρωτοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περι- εἶχεν·