Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 23
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 23.1
Not analysed yet
“Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός. καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.” Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησι τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου.