Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 22.2
Not analysed yet
εἶτα θεὸν αὑτὸν εἰπὼν τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα αὑτοῦ δηλοῖ, ἐπιλέγων ὀπίσω κυρίου πορεύσομαι." τὸ δὲ “οὐκ εἰσελεύσομαι εἰς πόλιν "ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησὶν “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ είσέλθητε.” Ἀμώς. ὑοῦ Ἀμώς. Περὶ τοῦ σωτῆρος ἡμῶν ὡς περὶ κυρίου, καὶ τοῦ πατρὸς ὡς περὶ θεοῦ, καὶ τῆς Ἰουσαίων ἔθνους καταστροφῆς.