Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 24
Not analysed yet
ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον· καὶ τοῦτ’ ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς φορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων, καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτ’ ὢν ἔλεγχον διὰ μακρῶν ἐκφᾶναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι’ αὐτοῦ τῆς παλαιὰς Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι.