Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 26
Not analysed yet
τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ’ αὐτοῦ οἶα νεκρὸν ἐξήπλου τοῦ κατὰ φύσιν λογισμοῦ παρευηνεγμένον, οὐδ’ ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι’ αὐτοῦ, παντελῶς δ’ ἀναίσθητον καὶ παράφρονα, παρ’ ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασι τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι.