Ancient Greek · ~4 min
3.10 to 3.12
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.10-3-12
Not analysed yet
τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ πα- ρεισακτέον. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρι- νής. ἐξ εὐώδους μὲν γὰρ σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκεί- μένον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται, καὶ πλη- ροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μειῶσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προυποκειμένου. τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μέ- νοντος καὶ τὴν ταὐτότητα πρὸς ἑαυτὸ σώζοντος, τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέ- προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεν- νήσαντος φύσει διὰ τῆς οἰκείας ἀπομεμίμηται· πλὴν ἀλλ’ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.