Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.9-3
Not analysed yet
ἔνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προῖ· ού- σὴς οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν, ἀλλ’ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεὸς, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστηΓ,αμένου, μίαν ταύτην, ἀλλ’ οὐ πλείους ἐπινοεῖν θέμις.