Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.10-4
Not analysed yet
πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας ‟ῥάβδον” φησὶν ‟δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών·” ἐν δ’ ἐκείνῳ ‟ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.” καὶ αὖθις ὁ μὲν παρών φησιν ‟κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου·” ὁ δὲ πρόσθεν τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.” οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει.