Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.11-2
Not analysed yet
τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ’ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευο- μένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθω- σιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀν- θρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολε- μίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀωαφωνηθέντα τοῦ θεσπιζομένου, τὸ “κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”