Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.104
Not analysed yet
δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης, τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐ- ρανίοις φωστῆρσιν, οἶοι ἦσαν οἱ πάλαι, οἱ προφήται καὶ οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἶς ἐμαρτύρησεν εἰπὼν, ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων.