Ancient Greek · ~2 min
3.105 to 3.106
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.105-106
Not analysed yet
εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος, ἐπὰν τὸ πὰν πλῆθος τῶν υἱῶν Ἰσραὴλ ἐκπεσούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς ὅλον δι’ ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται· σεται· περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται. ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ’ ὅλης τῆς οἰκουμένης ποιήσῃ, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰῶσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο.