Ancient Greek · ~7 min
3.119 to 3.124
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.119-124
Not analysed yet
ἀνθ’ οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων “τοῦ κτήσασθαι (φηςὶν) τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὅ ἄν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸπ τῶν λοιπῶν πολεμίων ἐθνῶν.” τοῦτο δὲ τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον ἀρεῖ, φησὶν, σημεῖον εἰς τὰ ἔθνη, σαφῶς δι’ αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πάσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, καὶ συνάξει δι’ αὐτῶν τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας εἶναι λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα. τρόπος δὲτοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ. τὸ τοίνυν λεῖμμα κατ’ ἐκλογὴν χάριτος, καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἔνα λαὸν συνῆξε τῷ θεῷ, τὸν ἐκ τῶν τεσσάρων πτερύγων γῶν τῆς γῆς εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον. οὗτοι δὲ αὐτοὶ οἶ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαὶ ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν. κατηρτισμένοι γοῦν τῷ αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ, οὐ μόνον τὴν ἤπειρον, ἀλλὰ καὶ τὰς νήσους διῆλθον τόν ἐθνῶν, πάσας πανταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς προνομεύοντες καὶ αἰχμαλωτεύοντες εἰς τὴν ὺποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ τῷ φήσαντι “καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν.”