Ancient Greek · ~4 min
3.125 to 3.128
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.125-128
Not analysed yet
Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύμα- τος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλέον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις. “Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τἀς ἁμαρτίας αὐτῶν, καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω, καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον 5 καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ.” καὶ ἑξῆς ἐπι- λέγει λέγει “καὶ ἔσονται οἱ καταλελειμμένοι καταλελειμμίνοι φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον.” Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν.