Ancient Greek
3.131 to 3.132
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.131-132
Not analysed yet
“ἀκούσατε νῆσοι, ἐγκαταλελειμμένοι καὶ ἐδυ- νώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαὼθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.” Ὄρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ’ ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἶοι ἦσαν οἶ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου.