Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.133
Not analysed yet
‟Ἐπένθησαν οἶ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦ πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ κα- ταλειφθήσονται ἄνθρωποι ὀλίγοι.” Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει. εἶεν δ’ ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ λεῖμμα κατ’ ἐκλογὴν χάριτος.