Ancient Greek
3.140 to 3.142
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.140-142
Not analysed yet
“Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρήσεται ὁ ῥὼξ ἐν τῷ βότρνϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου. καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἱ ἐζήτησάν με. ὑμὲ ἴς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὅρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμὰς εἰς μάχαιραν. πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμὰς, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.”