Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.143
Not analysed yet
Διελὼν καὶ ἐν τούτοις ὁ λόγος βραχὺ μέν τί φησιν σπέρμα ἐξ Ἰακὼβ τεύξεσθαι τῶν ἐπηγγελμένων, ἐκλεκτούς τε εἶναι τοὺς κατοικήσαντας ἐν τῷ δρυμῷ· οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν, ἐν ᾑ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα, εἷεν δ’ ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, οἶ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέωαις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πὰν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ’ ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα, καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ, ἐπεὶ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.