Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3, lines 3.144-3.148
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.144-148
Not analysed yet
ν΄. Ἀπὸ τοῦ Μιχαίου.
“Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος, συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν. ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτων.”
Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας, ἀλλὰ μόνους τοὺς καταλοίπους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἠσαίᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους.
δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορὸς, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος, ἐξ ἧς σταγόνος πάντες οἶ καθ’ ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ, καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι, τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι.
“Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἷναι εἰς ἄρχοντα τῷ Ἰσραὴλ, καὶ ἔξο- δοι αυτού απ αρχής έξ ημερών αιώνος, δια τούτο δώσει αυτούς εως καιρού τικτούσης' χέζεται, κ αϊ οι Επίλοιποι των αδελφών αυτών έπιΟτρέφουσι