Ancient Greek · ~3 min
3.15 to 3.17
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.15-17
Not analysed yet
Καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν “πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὅν ἄν ἐκλέξηται κύριος ὁ θεός σου ἐαυτῷ.” Καὶ πάλιν “δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου · τὸ γέννημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν. καὶ φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ.” Εἶτ’ ἐπιλογισάμενος τί δέοι πράττειν εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρα- κομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον