Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.18
Not analysed yet
“ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου 5 ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὑ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου.”