Ancient Greek · ~2 min
3.176 to 3.177
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.176-177
Not analysed yet
ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ’ ἀλόγου μεγαλαυχίας μόνοις αὑτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἐπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς. συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ Ἰουδαίζειν ἡμὰς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς. ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος, ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἶόν τε ἦν, ἐν αὐτῷ διελήλυθα.