Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.178
Not analysed yet
τούτων δ’ ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν, ἀλλ’ οὐ πρὸ τούτου, τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον, ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὃσα δήποτε τῆςπ κατ’ αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει· ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπί- στους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον ^φέρε διασκεψώμεθα.