Ancient Greek · ~3 min
3.23 to 3.25
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.23-2-25
Not analysed yet
καὶ ἐπιλέγει ‟κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἀγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος.” ταῦτα μὲν ὁ ἀπόστολος. ὁ δὲ Ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων “ἐκ χειμάρρου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.” χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ Ψαλμὸς λέγων ‟χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησὶ, τὸ ποτήριον δηλονότι, ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.”