Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.26-2
Not analysed yet
καὶ πάλιν ‟εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.” τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσε κεφαλὴν, καὶ κατὰ τὸν ἀπόστολον “ἐπεὶ γὰρ γέγονεν ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο, φησὶν, ὑπερύψωσεν αὐτὸν ὁ θεὸς, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ πάντα ὑπέταξε, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ,” κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ Ψαλμοῦ παρίστησι λέγων ‟κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.” πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσῳ τῶν ἐχθρῶν καὶ πολεμίων αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἀπάντων κατακυριεύει.