Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.24-2
Not analysed yet
οἷς ἐπιλέγει “ἀκούσατέ μου, ἀκούσατέ μου· λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν.” λε΄ Ἐκ τοῦ αὐτοῦ. Ἔλεγχος τῶν ἀσεβημάτων τοῦ τῶν Ἰουδαίων ἐθνους καὶ ἀπόπτωσις Αὐτῶν τῆς εὐσεβείας, τῆς δὲ τῶν ἐθνῶν ἁπάντων κλήσεως Δήλωσις.