Ancient Greek · ~2 min
3.25 to 3.26
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.25-2-26
Not analysed yet
“Μὴ οὐχὶ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διίστησιν ἀνάμεσον ὑμῶν, καὶ ἀνάμεσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεήσαι· αἶ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἶ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ’ ἔστιν ἡ κρίσις ἀλη- θινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν·