Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.29
Not analysed yet
οἶς ἐπιλέγει “καὶ φοβηθήσονται οἶ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου, τὸ ὄνομα τὸ ἔνδοξον.” Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς ὑποθέσεως προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ καιρὸν αὖθις ἀναλαβόν- τες ἐξομαλίσομεν, ἡγούμενοι τέως δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι ἱκανῶς ἀποδεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν.