Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.30
Not analysed yet
εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος· ἀλλὰ καὶ τοῖς ἔθνεσι τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον, ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπὼν, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ “εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ·’