Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.3-4
Not analysed yet
τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεὶν δυνατὸν, μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα ; πὰν γὰρ τὸ ταύτης ἀλλότριον σκότος ἂν εἴη καὶ οὐ φῶς. ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς, ἀρρήτου φωτὸς ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ’ οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἶόν τε· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀι· δίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.