Ancient Greek
3.4 to 3.7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.4-3-7
Not analysed yet
διὸ εἴρηται “ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.” ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγὴ, ὁ δ’ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ’ ἑαυτὸν ὑφέστηκε· καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ’ ἑαυτὸν οὐσιωμένος. καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτὶ, συμπληρωτική τις οὖσα αὐτοῦ· ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς·) ὁμοῦ τε καὶ καθ’ αὑτὸ συνυφέστηκεν ὁ δὲ πατὴρ προυπάρχει τοῦ υἱοῦ καὶ τῆς γενέσεως αὐτοῦ προὐφέστηκεν, ᾗ μόνος ἀγέννητος ἦν. καὶ ὁ μὲν καθ’ ἑαυτὸν τέλειος καὶ πρῶτος, ὡς πατὴρ, καὶ τῆς τοῦ υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ υἱοῦ λαμβάνων· ὁ δὲ, ὡς ἐξ αἰτίου γεγονὼς υἱὸς, δεύτερος οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ εἶναι καὶ τὸ τοιόσδε εἶναι εἰληφώς. καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατὴρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο