Ancient Greek · ~2 min
3.37 to 3.38
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.37-38
Not analysed yet
Ἐχρῆν δ’ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτίσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, κ’ αἰ ἀφεθήσεται αὐτῷ. Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μώσης περί τε τῶν ἀκουσίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ’ ἄγνοιαν ἐξηκριβώσατο πόρρωθεν τῶν κατὰ προαίρε— σιν πλημμελημάτων, ἐφ’ οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων.