Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.39
Not analysed yet
ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν ρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον c ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ’ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλο- γίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μώσης ἐπισκήπτει λέγων “ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.”