Ancient Greek · ~2 min
3.4 to 3.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.4-2-5
Not analysed yet
ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα· φέρε δὲ σκεψώμεθα μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατατα τῶν δογμάτων κατεγίνετο. ἆρ’ οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσι, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα;