Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.6-3
Not analysed yet
ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος, ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεοὺς ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα συγχωρεῖ; ἀλλ’ οὗτος οὐ νεώτερος οὐδ’ οἰκεῖος αὐτῷ λόγος, τοῖς δ’ ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλὴς, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ’ ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἶ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ’ ἄρ’ Ἑβραῖοι αὐτογένεθλον ἄνακτα, σεβαζόμενοι θεὸν ἁγνῶς.