Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.41
Not analysed yet
ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν · ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοὐ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπὼν “μαθητεύσατε πάντα τὰ ἕθνη” ἐπιλέγει ‘‘διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. ”