Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.40
Not analysed yet
Ἄρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν ‘Αβραὰμ εὐλο- γίας, ταῦτα πάντα χρῆν πράττειν, καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μώσεως θυσίαν ἐφ’ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν ;