Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.42-2
Not analysed yet
διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρὸς ‘ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους.” μαρτύριον δὲ τοῖς ἔθνεσί φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτὸν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ’ αὐτὸν καταφεύξεσθαι.