Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.43-2
Not analysed yet
καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τἀς προφητικὰς φωνὰς, αὐτόθεν EUSEBII κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἷναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους· δέδεικται γὰρ ἔμπα- λιν ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύσειν, τὰ δ’ Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτόν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσάντων, καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι’ αὐτοῦ τευξομένων·