Ancient Greek · ~2 min
3.46 to 3.47
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.46-47
Not analysed yet
Ποῖα δὲ προσδοκία ἦν ἀλλ’ ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν εὐλογηθήσεσθαι ἐν αὐτό πάντα τὰ ἔθνη τῆς γῆς; πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μώσης ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν 'Αβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου. οὗτος δ’ ἄρα ἦν, ὅν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι καὶ πολλῶν ἐθνῶνκυριεύσειν προμαρτυρόμενος εὐηγ- γελίζετο.