Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.1
Not analysed yet
Διὰ δὴ οὖν ταῦτα ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας τὰς παρ’ Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μώσης περὶ τοῦ μετ’ αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει, ,ἀλλὰ καὶ οἱ μετ’ αἰτὸν προφῆται συλλήβ- δην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν ὁ Δαβὶδ φάσκων “κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”