Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.47
Not analysed yet
Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἴου δαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ ‟εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν σπέρμα. τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντὸς, ὅπερ φησὶν κατ’ ἐκλογὴν χάριτος πεφυλάχθαι.