Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3, lines 3.48-3.51
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.48-51
Not analysed yet
λς΄. ᾿Απὸ τοῦ Ἡσαΐου.
‟Ἡ γῆ ὑμῶν ἔρημος, αἶ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.”
Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ ὅρασιν καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πὰν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων “ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοὐ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.’
εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει ‘‘οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι.”