Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.53
Not analysed yet
εἰ οὑν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. ἥ τε γὰρ θυγάτηρ Σιὼν, (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιῶν ἐπιτελουμένη θρησκεία), ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον κίον ἐν σικυηράτῳ, καὶ εἴ τι τούτων ἐρημότερον· τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθί- οὖσι, τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων, αἴ τε πόλεις αὐτῶν πυρίκαυστοι γεγόνασι, καὶ γέγονεν Ἰερουσαλὴμ ἀληθῶς πόλις πολιορκουμένη.