Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.54
Not analysed yet
ἀλλ’ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἱ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ’ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἑ ’ξ αὐτῶν στάχυς τὰς ἐπ’ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ’ αὐτῶν ἀπειλαῖς, “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.