Ancient Greek · ~4 min
3.59 to 3.63
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.59-63
Not analysed yet
ἄρχοντας δὲ Σοδόμων, καὶ λαὸν Γομόρ- ρων δι’ ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε παραχρῆμα εἰπὼν ‟αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος.” καὶ αὖθις δὲ ὑποβὰς λέγει “τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· λζ΄. Τοῦ αὐτοῦ Ἡσαΐου. “Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.” Καὶ τί δ’ ἂν γένοιτο τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπὼν πάντες οἱ γραφέντες εἰς Ἰερουσαλὴμ καὶ οἶ κληθέντες ἅγιοι.” τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται.