Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.64
Not analysed yet
ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἰερουσαλὴμ, τέλος τῆς κατ’ αὐτῶν θεωρίας ἐπάγει λέγων “ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ αἷ ἐργασίαι αὐτῶν ὡς σπινθῦῆρες θῆρες πυρὸς, καὶ κατακαυθήσονται οἶ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβἐσων.”